Перевод С. А. Жебелёва под ред. Е. С. Голубцовой, Л. Л. Кофанова.
Комментарии А. С. Балахванцева.
Греч. текст: Appiani Historia Romana. Ed. L. Mendelssohn. Leipzig. Teubner. 1879.
Параграфы расставлены редакцией сайта по изданию: Appiani Historia Romana. Ed. L. Mendelssohn. Lipsiae. Teubner. 1905. СКРЫТЬ ГРЕЧЕСКИЙ ТЕКСТ
84. Война началась с того момента, как Сулла в |
[84] 379ἤρξατο μὲν οὖν ὅδε ὁ πόλεμος, ἐξ οὗ Σύλλας ἐς Βρεντέσιον παρῆλθεν, ὀλυμπιάδων οὐσῶν ἑκατὸν ἑβδομήκοντα καὶ τεσσάρων· μῆκος δ᾽ αὐτοῦ, διά τε τὸ μέγεθος τῶν ἔργων, σὺν ἐπείξει ὡς ἐπ᾽ ἐχθροὺς ἰδίους ταχυνόντων, οὐ πολὺ ὡς ἐπὶ τοσοῖσδε ἔργοις ἐγένετο. ὅθεν καὶ μάλιστα αὐτοῖς τὰ παθήματα ἐπειγομένοις ἐν βραχεῖ μείζω καὶ ὀξύτερα συνέβη γενέσθαι. 380ἐς δὲ τριετὲς ὅμως προῆλθε, κατά γε τὴν Ἰταλίαν, μέχρι τὴν ἀρχὴν ἀνεδήσατο Σύλλας· ἐν γὰρ Ἰβηρίᾳ καὶ μετὰ Σύλλαν ἐξέτεινεν ἐπὶ πλεῖον. 381μάχαι δὲ καὶ ἀκροβολίαι καὶ πολιορκίαι καὶ πολέμων ἰδέαι πᾶσαι κατὰ τὴν Ἰταλίαν ἀθρόαι τε καὶ κατὰ μέρη τοῖς στρατηγοῖς ἐγένοντο πολλαί, καὶ πᾶσαι διαφανεῖς. ὧν τὰ μέγιστα καὶ ἀξιολογώτατα, ἐν κεφαλαίῳ φράσαι, τοιάδε ἦν. 382πρώτη μὲν ἀμφὶ Κανύσιον τοῖς ἀνθυπάτοις πρὸς Νωρβανὸν ἐγίγνετο μάχη· καὶ θνῄσκουσι Νωρβανοῦ μὲν ἑξακισχίλιοι, τῶν δ᾽ ἀμφὶ τὸν Σύλλαν ἑβδομήκοντα, τραυματίαι δ᾽ ἐγένοντο πολλοί· καὶ Νωρβανὸς ἐς Καπύην ἀνέζευξε. |