|  |



. I, . 2, 33

: . 17 . 1964 . .: , 1994.
, . . . . . .
. . . .
[. : Strabo. Ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877]
  • [33] Εἰ δὲ Φοίνικας εἰπὼν ὀνομάζει καὶ Σιδωνίους τὴν μητρόπολιν αὐτῶν σχήματι συνήθει χρῆται, ὡς
  • Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
  • καί
  • οὐ γὰρ ἔτ᾽ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
    οὐδ᾽ ἄρ᾽ ἔτ᾽ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος,
  • καί
  • Ἴδην δ᾽ ἵκανεν καὶ Γάργαρον,
  • καί
  • 40d οἳ δ᾽ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τ᾽ Εἰρέτριάν τε.
  • καὶ Σαπφώ
  • ἤ σε Κύπρος ἢ Πάφος ἢ Πάνορμος.
  • καίτοι καὶ ἄλλο τι ἦν τὸ ποιῆσαν καίπερ ἤδη μνησθέντα τῆς Φοινίκης ἰδίως πάλιν καὶ τὴν Σιδῶνα συγκαταλέξαι <φησὶν ὅπερ ζητοῦσιν ἔνιοι>1. πρὸς μὲν γὰρ τὸ τὰ ἐφεξῆς ἔθνη καταλέξαι ἱκανῶς εἶχεν οὕτως εἰπεῖν
  • Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς
    Αἰθίοπάς θ᾽ ἱκόμην·
  • 41 ἵνα δ᾽ ἐμφήνῃ καὶ τὴν παρὰ τοῖς Σιδωνίοις ἀποδημίαν τὴν ἐπὶ πλέον γενομένην, καλῶς εἶχεν εἴτ᾽ ἀναλαβεῖν εἴτε καὶ παραλαβεῖν· ἐμφαίνει [δὲ] διὰ τῶν ἐπαίνων τῆς παρ᾽ αὐτοῖς εὐτεχνίας καὶ τοῦ τὴν Ἑλένην προεξενῶσθαι τοῖς ἀνθρώποις μετὰ Ἀλεξάνδρου· διόπερ παρὰ τῷ Ἀλεξάνδρῳ πολλὰ τοιαῦτα ἀποκείμενα λέγει
  • ἔνθ᾽ ἔσαν οἱ πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν
    Σιδονίων, ἃς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
    ἤγαγε Σιδονίηθεν
    τὴν ὁδόν, ἣν Ἑλένην περ ἀνήγαγε·
  • b καὶ παρὰ τῷ Μενελάῳ· λέγει γὰρ πρὸς Τηλέμαχον
  • δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
    ἐστὶν ἅπας, χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράανται.
    ἔργον δ᾽ Ἡφαίστοιο· πόρεν δέ ἑ φαίδιμος ἥρως
    Σιδονίων βασιλεύς, ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε
    κεῖσέ με νοστήσαντα.
  • δεῖ δὲ δέξασθαι πρὸς ὑπερβολὴν εἰρημένον τὸ Ἡφαίστου ἔργον, ὡς λέγεται Ἀθηνᾶς ἔργα τὰ καλὰ καὶ Χαρίτων καὶ Μουσῶν. ἐπεὶ ὅτι γε οἱ ἄνδρες ἦσαν καλλίτεχνοι, δηλοῖ τὸν κρατῆρα c ἐπαινῶν, ὃν ὁ Εὔνεως ἔδωκεν ἀντὶ Λυκάονος· φησὶ γάρ
  • κάλλει ἐνίκα πᾶσαν ἐπ᾽ αἶαν
    πολλόν· ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
    Φοίνικες δ᾽ ἄγον ἄνδρες.


  • 1 .
  • 1260010118 1260010211 1260010218 1260010234 1260010235 1260010236

    , .