Государственное социально-экономическое издательство. М., 1937. С. 5—131.
Перевод и примечания С. И. Радцига.
Книжная нумерация примечаний по разделам в электронной публикации заменена на сквозную, с сохранением книжного номера в квадратных скобках.
Греч. текст: Athenaion Politeia, ed. Kenyon. Oxford. 1920. СКРЫТЬ ГРЕЧЕСКИЙ ТЕКСТ
12. Что это было именно таким образом, об этом все говорят в один голос, да и сам Солон в своих произведениях упоминает в следующих выражениях:
(2) В другом месте, высказываясь относительно народной массы, как надо с ней обходиться, он говорит:
(3) И еще где-то в другом месте он говорит относительно тех, которые хотели поделить между собой землю:
(4) Также и об отмене долгов и о людях, порабощенных сначала, а после освобожденных благодаря сисахфии:
(5) И в другом месте, порицая обе стороны за обращенные к нему впоследствии жалобы их на судьбу, он говорит:
потому что, если бы кто-нибудь другой, говорит он, достиг этой почести,
|
12. ταῦτα δ᾽ ὅτι τοῦτον τὸν τρόπον ἔσχεν οἵ τ᾽ ἄλλοι συμφωνοῦσι πάντες, καὶ αὐτὸς ἐν τῇ ποιήσει μέμνηται περὶ αὐτῶν ἐν τοῖσδε· δήμῳ μὲν γὰρ ἔδωκα τόσον γέρας, ὅσσον ἀπαρκεῖ, τιμῆς οὔτ᾽ ἀφελὼν οὔτ᾽ ἐπορεξάμενος· οἳ δ᾽ εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί, καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν. ἔστην δ᾽ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι, νικᾶν δ᾽ οὐκ εἴασ᾽ οὐδετέρους ἀδίκως. [2] πάλιν δ᾽ ἀποφαινόμενος περὶ τοῦ πλήθους, ὡς αὐτῷ δεῖ χρῆσθαι· δῆμος δ᾽ ὧδ᾽ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο, μήτε λίαν ἀνεθεὶς μήτε βιαζόμενος. τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται ἀνθρώποισιν, ὅσοις μὴ νόος ἄρτιος ᾖ. [3] καὶ πάλιν δ᾽ ἑτέρωθί που λέγει περὶ τῶν διανείμασθαι τὴν γῆν βουλομένων· οἳ δ᾽ ἐφ᾽ ἁρπαγαῖσιν ἦλθον, ἐλπίδ᾽ εἶχον ἀφνεάν, κἀδόκουν ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν, καί με κωτίλλοντα λείως τραχὺν ἐκφανεῖν νόον. χαῦνα μὲν τότ᾽ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι λοξὸν ὀφθαλμοῖσ᾽ ὁρῶσι πάντες ὥστε δήιον. οὐ χρεών· ἃ μὲν γὰρ εἶπα, σὺν θεοῖσιν ἤνυσα, ἄλλα δ᾽ οὐ μάτην ἔερδον, οὐδέ μοι τυραννίδος ἁνδάνει βίᾳ τι ῥέζειν, οὐδὲ πιείρας χθονὸς πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν. [4] πάλιν δὲ καὶ περὶ τῆς ἀποκοπῆς τῶν χρεῶν καὶ τῶν δουλευόντων μὲν πρότερον, ἐλευθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν· ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγον δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην; συμμαρτυροίη ταῦτ᾽ ἂν ἐν δίκῃ Χρόνου μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότας, πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα. πολλοὺς δ᾽ Ἀθήνας, πατρίδ᾽ εἰς θεόκτιτον, ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως, ἄλλον δικαίως, τοὺς δ᾽ ἀναγκαίης ὑπὸ χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ᾽ Ἀττικὴν ἱέντας, ὡς ἂν πολλαχῇ πλανωμένους· τοὺς δ᾽ ἐνθάδ᾽ αὐτοῦ δουλίην ἀεικέα ἔχοντας, ἤθη δεσποτῶν τρομευμένους, ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει νομοῦ βίην τε καὶ δίκην συναρμόσας ἔρεξα καὶ διῆλθον ὡς ὑπεσχόμην. θεσμοὺς δ᾽ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ, εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην, ἔγραψα. κέντρον δ᾽ ἄλλος ὡς ἐγὼ λαβών, κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ, οὐκ ἂν κατέσχε δῆμον. εἰ γὰρ ἤθελον ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε, αὖθις δ᾽ ἃ τοῖσιν οὕτεροι φρασαίατο, πολλῶν ἂν ἀνδρῶν ἥδ᾽ ἐχηρώθη πόλις. τῶν οὕνεκ᾽ ἀλκὴν πάντοθεν ποιούμενος ὡς ἐν κυσὶν πολλῇσιν ἐστράφην λύκος. [5] καὶ πάλιν ὀνειδίζων πρὸς τὰς ὕστερον αὐτῶν μεμψιμοιρίας ἀμφοτέρων· δήμῳ μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι, ἃ νῦν ἔχουσιν οὔποτ᾽ ὀφθαλμοῖσιν ἂν εὕδοντες εἶδον . . . ὅσοι δὲ μείζους καὶ βίαν ἀμείνονες, αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο. εἰ γάρ τις ἄλλος, φησί, ταύτης τῆς τιμῆς ἔτυχεν, οὐκ ἂν κατέσχε δῆμον οὐδ᾽ ἐπαύσατο, πρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα. ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίῳ.ͅͅ ὅρος κατέστην. |
ПРИМЕЧАНИЯ